Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 7.449 Joseph. BJ 7.455 (English) >>Joseph. BJ 7.455

7.453τοῦ δὲ κακοῦ πολλὴν ἀεὶ τὴν ἐπίδοσιν λαμβάνοντος καὶ τῶν ἐντέρων αὐτῷ κατὰ διάβρωσιν ἐκπεσόντων, οὕτως ἀπέθανεν, οὐδενὸς ἧττον ἑτέρου τῆς προνοίας τοῦ θεοῦ τεκμήριον γενόμενος, ὅτι τοῖς πονηροῖς δίκην ἐπιτίθησιν. 7.454

Ἐνταῦθα τῆς ἱστορίας ἡμῖν τὸ πέρας ἐστίν, ἣν ἐπηγγειλάμεθα μετὰ πάσης ἀκριβείας παραδώσειν τοῖς βουλομένοις μαθεῖν, τίνα τρόπον οὗτος πόλεμος Ῥωμαίοις πρὸς Ἰουδαίους ἐπολεμήθη. 7.455καὶ πῶς μὲν ἡρμήνευται, τοῖς ἀναγνωσομένοις κρίνειν ἀπολελείφθω, περὶ τῆς ἀληθείας δὲ οὐκ ἂν ὀκνήσαιμι θαρρῶν λέγειν, ὅτι μόνης ταύτης παρὰ πᾶσαν τὴν ἀναγραφὴν ἐστοχασάμην.

-- --



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 7.449 Joseph. BJ 7.455 (English) >>Joseph. BJ 7.455

Powered by PhiloLogic